Add parallel Print Page Options

καὶ εἶπέν μοι ὁ ἄγγελος· Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα· τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν [a]ὑπάγει· καὶ [b]θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται [c]τὸ ὄνομα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλεπόντων [d]τὸ θηρίον ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ παρέσται.

Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπ’ αὐτῶν. καὶ βασιλεῖς [e]ἑπτά εἰσιν· 10 οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον [f]αὐτὸν δεῖ μεῖναι, 11 καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν. καὶ [g]αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12 καὶ τὰ δέκα κέρατα ἃ εἶδες δέκα βασιλεῖς εἰσιν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. 13 οὗτοι μίαν [h]γνώμην ἔχουσιν, καὶ τὴν δύναμιν [i]καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν. 14 οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ’ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.

15 Καὶ λέγει μοι· Τὰ ὕδατα ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι. 16 καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ [j]γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί· 17 ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι [k]μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι [l]τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ. 18 καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:8 ὑπάγει WH NIV ] ὑπάγειν Treg RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:8 θαυμασθήσονται WH NIV ] θαυμάσονται Treg RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:8 τὸ ὄνομα WH Treg NIV ] τὰ ὀνόματα RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:8 τὸ θηρίον ὅτι ἦν WH Treg NIV ] ὅτι ἦν τὸ θηρίον RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:9 ἑπτά εἰσιν WH Treg NIV ] εἰσιν ἑπτὰ RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:10 αὐτὸν δεῖ WH Treg NIV ] δεῖ αὐτὸν RP
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:11 αὐτὸς WH NIV RP ] οὗτος Treg
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:13 γνώμην ἔχουσιν WH Treg NIV ] ἔχουσιν γνώμην RP
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:13 καὶ WH Treg NIV ] + τὴν RP
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:16 γυμνήν WH Treg NIV ] + ποιήσουσιν αὐτήν RP
  11. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:17 μίαν γνώμην WH Treg NIV ] γνώμην μίαν RP
  12. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 17:17 τελεσθήσονται WH Treg NIV ] τελεσθῶσιν RP